Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.272 Joseph. BJ 4.279 (English) >>Joseph. BJ 4.286

4.276πάνυ γὰρ ἐπὶ σφαγὰς ἐσπεύδομεν καὶ τὸν κατὰ τῶν ὁμοφύλων πόλεμον οἱ διὰ τοῦτο ταχύναντες, ἵνʼ ὑμᾶς τηρήσωμεν ἐλευθέρους. 4.277τοιαῦτα μέντοι καὶ πρὸς τῶν φρουρουμένων ἠδίκησθε, καὶ πιθανὰς οὕτως ὑποψίας οἶμαι κατʼ ἐκείνων συνελέξατε. 4.278ἔπειτα τῶν ἔνδον φρουρᾷ κρατοῦντες ὅσοι κήδονται τῶν κοινῶν πραγμάτων, καὶ τοῖς συγγενεστάτοις ἔθνεσιν ἀθρόοις ἀποκλείσαντες μὲν τὴν πόλιν ὑβριστικὰ δʼ οὕτως προστάγματα κελεύοντες, τυραννεῖσθαι λέγετε καὶ τὸ τῆς δυναστείας ὄνομα τοῖς ὑφʼ ὑμῶν τυραννουμένοις περιάπτετε. 4.279τίς ἂν ἐνέγκαι τὴν εἰρωνείαν τῶν λόγων ἀφορῶν

-- --

εἰς τὴν ἐναντιότητα τῶν πραγμάτων; εἰ μὴ καὶ νῦν ὑμᾶς ἀποκλείουσιν Ἰδουμαῖοι τῆς μητροπόλεως, οὓς αὐτοὶ τῶν πατρίων ἱερῶν εἴργετε. 4.280μέμψαιτʼ ἂν εἰκότως τις τοὺς ἐν τῷ ἱερῷ πολιορκουμένους, ὅτι θαρσήσαντες τοὺς προδότας κολάζειν, οὓς ὑμεῖς ἄνδρας ἐπισήμους καὶ ἀκαταιτιάτους λέγετε διὰ τὴν κοινωνίαν, οὐκ ἀφʼ ὑμῶν ἤρξαντο καὶ τὰ καιριώτατα τῆς προδοσίας μέρη προαπέκοψαν. 4.281ἀλλʼ εἰ κἀκεῖνοι τῆς χρείας ἐγένοντο μαλακώτεροι, τηρήσομεν Ἰδουμαῖοι τὸν οἶκον τοῦ θεοῦ καὶ τῆς κοινῆς πατρίδος προπολεμήσομεν ἅμα τούς τε ἔξωθεν ἐπιόντας καὶ τοὺς ἔνδον προδιδόντας ἀμυνόμενοι πολεμίους. 4.282ἐνθάδε πρὸ τῶν τειχῶν μενοῦμεν ἐν τοῖς ὅπλοις, ἕως ἂν Ῥωμαῖοι κάμωσι προσέχοντες ὑμῖν ὑμεῖς ἐλεύθερα φρονήσαντες μεταβάλησθε.”



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.272 Joseph. BJ 4.279 (English) >>Joseph. BJ 4.286

Powered by PhiloLogic